Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.144 Joseph. AJ 3.149 (English) >>Joseph. AJ 3.154

3.147

Μεταξὺ δὲ αὐτῆς καὶ τῆς τραπέζης ἔνδον, ὡς προεῖπον, θυμιατήριον ξύλινον μέν, ἐξ οὗ καὶ τὰ πρότερα ἦν σκεύη μὴ σηπόμενα, στερεὰ δὲ περιελήλατʼ αὐτῷ λεπίς, πηχυαῖον μὲν κατὰ πλευρὰν ἑκάστην τὸ πλάτος ὕψος δὲ διπλάσιον. 3.148ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δʼ ἐκπεριοδεύοντα χρύσεον, καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο. 3.149ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. 3.150ἀντικρὺ δʼ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη. 3.151

Γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαὶ πᾶσί τε τοῖς ἄλλοις, οὓς χαναναίας καλοῦσι, καὶ δὴ καὶ τῷ ἀρχιερεῖ, ὃν ἀραβάχην προσαγορεύουσι· σημαίνει δὲ ἀρχιερέα. τὴν μὲν οὖν τῶν ἄλλων στολὴν τοιαύτην εἶναι συμβέβηκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.144 Joseph. AJ 3.149 (English) >>Joseph. AJ 3.154

Powered by PhiloLogic